Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.27 Hdt. 7.28 (English) >>Hdt. 7.29

ch. 28 7.28.1 θωμάσας δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξης αὐτὸς δεύτερα εἴρετο Πύθιον ὁκόσα οἱ εἴη χρήματα. δὲ εἶπε· “ βασιλεῦ, οὔτε σε ἀποκρύψω οὔτε σκήψομαι τὸ μὴ εἰδέναι τὴν ἐμεωυτοῦ οὐσίην, ἀλλʼ ἐπιστάμενός τοι ἀτρεκέως καταλέξω. 7.28.2 ἐπείτε γὰρ τάχιστά σε ἐπυθόμην ἐπὶ θάλασσαν καταβαίνοντα τὴν Ἑλληνίδα, βουλόμενός τοι δοῦναι ἐς τὸν πόλεμον χρήματα ἐξεμάνθανον, καὶ εὗρον λογιζόμενος ἀργυρίου μὲν δύο χιλιάδας ἐούσας μοι ταλάντων, χρυσίου δὲ τετρακοσίας μυριάδας στατήρων Δαρεικῶν ἐπιδεούσας ἑπτὰ χιλιάδων. 7.28.3 καὶ τούτοισί σε ἐγὼ δωρέομαι, αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ βίος.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.27 Hdt. 7.28 (English) >>Hdt. 7.29

Powered by PhiloLogic